Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 89-2
Not analysed yet
καίτοι καὶ τοὺς ἀνδριάντας οὐχ ἧττον ἀναθήματα εἴποι τις ἂν εἶναι τῶν θεῶν τοὺς ἐν τοῖς ἱεροῖς· καὶ πολλοὺς ἰδεῖν ἔστιν οὕτως ἐπιγεγραμμένους, οἷον, ὁ δεῖνα ἑαυτὸν ἀνέθηκεν ἢ τὸν πατέρα ἢ τὸν υἱὸν ὅτῳ δήποτε τῶν θεῶν. ἐὰν οὖν ἀπὸ τῶν ἄλλων ἀναθημάτων ἀφελών τις τοῦ θέντος τὸ ὄνομα ἄλλον ἐπιγράψῃ, μόνον τοῦτον οὐκ ἀσεβεῖν φήσομεν;