Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 89-3
Not analysed yet
μὴ γὰρ τοῦτο μόνον ἡγεῖσθε ἅλωσιν εἶναι πόλεως, ἄν τινες τὸ τεῖχος καταβαλόντες ἀποσφάττωσι τοὺς ἀνθρώπους καὶ τὰς γυναῖκας ἀπάγωσιν καὶ τὰς οἰκίας κατακάωσιν· αὕτη μὲν ἴσως τελευταία καὶ πρὸς ὀλίγον γιγνομένη καὶ μᾶλλον ἐλεεῖσθαι τοὺς παθόντας ἢ καταγελᾶσθαι παρασκευάζουσα· παρʼ οἷς δʼ ἂν ᾖ πάντων ἀμέλεια τῶν καλῶν, ἑνὸς δὲ πράγματος ἀγεννοῦς ἔρως, καὶ πρὸς μόνον τοῦτο ἀποβλέπωσι καὶ περὶ τοῦτο διατρίβωσι πηδῶντες καὶ μαινόμενοι καὶ παίοντες ἀλλήλους καὶ ἀπόρρητα λέγοντες καὶ τοὺς θεοὺς αὐτοὺς πολλάκις λοιδοροῦντες καὶ τὰ ὄντα ῥιπτοῦντες καὶ γυμνοὶ βαδίζοντες ἀπὸ τῆς θέας ἐνίοτε, τοῦτʼ ἔστιν αἰσχρὰ πόλεως καὶ ἐπονείδιστος ἅλωσις.