Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 9-12
Not analysed yet
καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν· ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλως τε ὁπόταν περὶ ἡγεμόνων ὁ λόγος ᾖ πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι γίγνεσθαι.