Ancient Greek
(2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.
Dio Chrysostomus Soph., Orationes 9-2
Not analysed yet
τί οὖν; οὐχὶ ταῦτα χρήσιμα, ἔφη, τοῖς ἀνθρώποις, ὁ Φίλιππος; οὐχ ἡμῖν γε, εἶπεν, ὦ πάτερ, οὐδὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖσἐδούλευον καὶ Τριβαλλοῖς. οὐδὲ τὰ περὶ τὸν σπόρον, ἔφη, καὶ τὸν ἀμητόν, ὁ Φίλιππος, ἀρέσκει σοι τοῦ Ἠσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα; πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθʼ ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων.