Ancient Greek
(9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.
Dio Chrysostomus Soph., Orationes 9-5
Not analysed yet
οὐχ ὁρᾷς τοὺς πλουσίους, ὁπόσα πράγματα ἔχουσιν, οἱ μὲν θεραπεύοντες τοὺς νοσοῦντας τῶν οἰκετῶν καὶ δεόμενοι ἰατρῶν καὶ τῶν ἄλλων παραμενούντων; καὶ γὰρ ὡς τὸ πολὺ πέφυκεν ἀμελεῖν αὑτῶν τὰ ἀνδράποδα καὶ οὐ προσέχειν ἐν ταῖς νόσοις, τὸ μέν τι ὑπὸ ἀκρατείας, τὸ δὲ ἡγούμενα, εἴ τι πάθοι, τοὺς δεσπότας ζημιώσεσθαι, οὐχ αὑτούς· οἱ δὲ μαστιγοῦντες ὁσημέραι, ἕτεροι δὲ δεσμεύοντες, ἄλλοι διώκοντες φεύγοντας. καὶ γάρ τοι οὔτε ἀποδημῆσαι δύνανται ῥᾳδίως, ὁπόταν δοκῇ αὐτοῖς, οὔτε μένοντες σχολὴν ἄγουσι.