Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 92-4
Not analysed yet
ἐν γοῦν Θήβαις Ἀλκαῖος ἀνάκειταί τις, ὅν Ἡρακλέα φασὶν εἶναι, πρότερον οὕτω καλούμενον· καὶ παρʼ Ἀθηναίοις Ἑλευσινίου μύστου παιδὸς εἰκὼν οὐκ ἔχουσα ἐπιγραφήν· κἀκεῖνον εἶναι λέγουσιν Ἡρακλέα. καὶ παρʼ ἑτέροις οἶδα πολλοὺς τοὺς μὲν ἡμιθέων, τοὺς δὲ ἡρώων ἀνδριάντας, οἷον Ἀχιλλέως,Σαρπηδόνος, Θησέως, διὰ τοῦτο ἀρχῆθεν οὐκ ἐπιγραφέντας· . ἀλλʼ ἐπʼ ἐνίων μὲν ἡ δόξα παρέμεινε καὶ διεφύλαξε τὴν φήμην ὁ χρόνος· οὐ μὴν ἐπὶ πάντων συνηνέχθη διʼ ἣν δήποτʼ οὖν αἰτίαν.