Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 92-5
Not analysed yet
ποία γὰρ πόλις ἐστὶ τῶν μὴ σφόδρα ἐρήμων καὶ μικρῶν, ἐν ᾗ μὴ καθʼ ἡμέραν τις πυρέττει πάντως· ἀλλὰ Καυνίους μόνον παρείληφε τὸ ὄνειδος, ὅτι πάντες αὐτὸ πάσχουσιν· ὥσπερ καὶ ἀπὸ τῶν βελτιόνων τινὲς ἐθαυμάσθησαν καὶδόξαν ἔσχον. πόσους γὰρ οἴεσθε Ἀθηναίων ἢ Μεγαρέων ἢ Κορινθίων τὰ σώματα ἀσκεῖν καὶ ζῆν φιλοπόνως καὶ ταῦθʼ ὅτʼ ἀναγκαῖον ἦν αὐτοῖς ἄνδρας ἀγαθοὺς ὑπὲρ τῶν πατρίδων γίγνεσθαι;