Ancient Greek
94 to 97
Dio Chrysostomus Soph., Orationes 94-97
Not analysed yet
τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ τῶν βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν. τοῦτο οὖν διώκει καὶ ζητεῖ πανταχόθεν, οὐδέν τι μεταστρεφόμενος, οὔτʼ εἰ μετʼ αἰσχύνης οὔτʼ εἰ μετʼ ἀδικίας γίγνοιτο, πλὴν ὅσον τὰς κολάσεις ὑφορώμενος ὁδοιδόκων δειλίᾳ κρατηθείς, κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου διὰ τοὺς ἐφεστηκότας φύλακας. ἔστω δὴ βραχὺς ἰδεῖν, δουλοπρεπής, ἄγρυπνος, οὐδέποτε μειδιῶν, ἀεί τῳ λοιδορούμενος καὶ μαχόμενος, πορνοβοσκῷ μάλιστα προσεοικὼς τό τε σχῆμα καὶ τὸν τρόπον ἀναιδεῖ καὶ γλίσχρῳ, βαπτὸν ἀμπεχομένῳ τριβώνιον μιᾶς τινος τῶν ἑταιρῶν ὧν ἴσμεν, τοὺς αὑτοῦ φίλους τε καὶ ἑταίρους, μᾶλλον δὲ δούλους καὶ ὑπηρέτας λωβώμενος καὶ καταισχύνων πάντα τρόπον, ἐάν τε ἐν ἰδιώτου σχήματι λάβῃ τινὰς ἐάν τε ἐν βασιλέως.