Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 94-3
Not analysed yet
καίτοι τὸ τῆς ἀγνοίας καὶ τὸ τῆς ἀρχαιότητος ὅμοιόν ἐστινὥσπερ ἂν εἴ τις λέγοι μηδὲ τοὺς τυμβωρυχοῦντας τοὺς σφόδρα παλαιοὺς τάφους μηδὲν ἁμαρτάνειν, ὅτι μηδεὶς αὐτοῖς προσήκει μηδὲ ἴσμεν οἵτινές εἰσιν. ὁ μὲν οὖν τάφος οὐκ ἔστι σημεῖον ἀρετῆς, ἀλλʼ εὐπορίας, οὐδὲ ἔχομεν εἰπεῖν τοὺς ἐν τοῖς μνήμασι κειμένους ὡς ἦσαν ἀγαθοί, πλὴν εἰ μή γε δημοσίᾳ τις φαίνοιτοτεθαμμένος . ἡ δὲ εἰκὼν διʼ ἀνδραγαθίαν δίδοται καὶ διὰ τὸ δόξαι τινὰ πρότερον γενναῖον ʽὅτι γὰρ οὐδεὶς ἐστάθη τούτων ἁλοὺς κλέπτων οὐδὲ μοιχεύων οὐκ ἄδηλόν ἐστινʼ οὐδέ γε ἐπὶ τοῖς τυχοῦσιν, ἀλλʼ ὡς οἷόν τε ἐπὶ τοῖς μεγίστοις.