Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 96
Not analysed yet
καταφανὴς οὖν ἐγεγόνει αὐτῷ διὰ τούτων ἁπάντων εὐάλωτος ὤν, ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην· ὥστε θαρρῶν ἀπήντησεν αὐτῷ κατὰ μέσον τὸ πεδίον. καὶ τὸ μὲν πρῶτον ἐνέκλινεν ὡς φεύγων, ἀποπειρώμενος αὐτοῦ, ἅμα δὲ κοπῶσαι βουλόμενος, ὁτὲ μὲν περιμένων, ὁτὲ δὲ ἀποφεύγων· ἐπεὶ δὲ ἑώρα βραδύνοντα καὶ ἀπολειπόμενον, οὕτως ὑποστρέψας αὐτὸς ἧκεν ἐπʼ αὐτὸν οὐδὲ τὰ ὅπλα φέρειν ἔτι δυνάμενον, καὶ συμβαλὼν ἀπέκτεινε καὶ τῶν ὅπλων ἐκράτησεν, ὡς καὶ τοῦτο Ὅμηρος εἴρηκε. τοὺς δὲ ἵππους διῶξαι μέν φησι τὸν Ἕκτορα, οὐ λαβεῖν δέ, κἀκείνων ἁλόντων.