Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 98-2
Not analysed yet
καίτοι πῶς ἂν ὁ Ἀχιλλεὺς ἐν τοσούτῳ κινδύνῳ τοῦ στρατοπέδου ὄντος καὶ τῶν νεῶν ἤδη καιομένων καὶ ὅσον οὔπω ἐπʼ αὐτὸν ἥκοντος τοῦ δεινοῦ, καὶ τὸν Ἕκτορα ἀκούων ὅτι φησὶ μηδένα αὑτῷἀξιόμαχον εἶναι καὶ τὸν Δία βοηθεῖν αὑτῷ καὶ δεξιὰ σημεῖα φαίνειν, εἴ γε ἐβούλετο σῶσαι τοὺς Ἀχαιούς, αὐτὸς μὲν ἐν τῇ σκηνῇ ἔμενεν ἄριστος ὢν μάχεσθαι, τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε; καὶ ἅμα μὲν παρήγγελλεν ἐμπεσεῖν ἰσχυρῶς καὶ ἀμύνεσθαι τοὺς Τρῶας, ἅμα δὲ τῷ Ἕκτορι μὴ μάχεσθαι; οὐδὲ γὰρ ἐπʼ ἐκείνῳ ἦν οἶμαι προελθόντι γε ἅπαξ ὅτῳ ἐβούλετο μάχεσθαι.