Ancient Greek
2
Diodorus Comic., Fragmenta 2
Unproofread scanNot analysed yet
βούλομαι δεῖξαι σαφῶς ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὕρημα, τὰς δ’ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί. τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν, οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποιῶ νῦν τοῦτ’· ἐπὰν κλίνας ἴδω ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ, καὶ ποιήσας εὐσταλῆ