Ancient Greek · ~6 min
Play Epi
Diodorus Comic., Fragmenta 1
Not analysed yet
Βούλομαι δεῖξαι σαφῶς
ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον
καὶ τῶν θεῶν εὕρημα, τὰς δ' ἄλλας τέχνας
οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ' ἄνδρες σοφοί.
τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος,
ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως.
οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται
οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν,
οὗ δ' ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ
παρακειμένην τε τὴν τράπεζαν πάνθ' ἃ δεῖ
ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως
ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών,
ἀπέρχετ' οἴκαδ' οὐ καταβαλὼν συμβολάς.
κἀγὼ ποιῶ νῦν τοῦτ'· ἐπὰν κλίνας ἴδω
ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς
καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι
ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ
ἐμαυτόν, ὥστε μὴ 'νοχλεῖν τὸν συμπότην.
πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών,
ἀπέρχομ' οἴκαδ' ὥσπερ ὁ Ζεὺς ὁ φίλιος.
ὅτι δ' ἦν τὸ πρᾶγμ' ἔνδοξον ἀεὶ καὶ καλόν,
ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον.
τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις
ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη,
εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ
οὐ πώποτ' ἀπεκλήρωσεν, οὐδὲ παρέλαβεν
εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν
ἐκ τῶν πολιτῶν δώδεκ' ἄνδρας ἐπιμελῶς
ἐκλεξαμένη τοὺς ἐκ δυναστῶν γεγονότας,
ἔχοντας οὐσίας, καλῶς βεβιωκότας.
εἶθ' ὕστερον τὸν Ἡρακλέα μιμούμενοι
τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι
τρέφειν παρεκάλουν, οὐχὶ τοὺς χαριεστάτους
ἐκλεγόμενοι τοὺς δὲ κολακεύειν δυναμένους
καὶ πάντ' ἐπαινεῖν, οἷς ἐπειδὴ προσερύγοι,
ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών,
ἴα καὶ ῥόδ' ἔφασαν αὐτὸν ἠριστηκέναι.
ἐπεὶ δ' ἀποπάρδοι μετά τινος κατακείμενος
τούτων, προσάγων τὴν ῥῖν' ἐδεῖτ' αὐτοῦ φράσαι,
πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις;
διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους
τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.