Ancient Greek
Dfhg-Source dfhg2_DIODORUS_PERIEGETA
DIODORUS PERIEGETA, Fragmenta 1
Not analysed yet
Διόδωρος δ ̓ ὁ περιηγητὴς ἐν τοῖς Περὶ τῶν μνημάτων εἴρηκεν, ὡς ὑπονοῶν μᾶλλον ἢ γινώσκων, ὅτι περὶ τὸν λιμένα τοῦ Πειραιῶς ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμον ἀκρωτηρίου πρόκειταί τις οἷον ἀγκὼν, καὶ κάμψαντι τοῦτον ἐντὸς ᾗ τὸ ὑπεύδιον τῆς θαλάττης κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸ περὶ αὐτὴν βωμοειδὲς τάφος τοῦ Θεμιστοκλέους. Οἴεται δὲ καὶ Πλάτωνα τὸν κωμικὸν αὑτῷ μαρτυρεῖν ἐν τούτοις· Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, τούς τ ̓ ἐκπλέοντας εἰσπλέοντάς τ ̓ ὄψεται χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται.