Ancient Greek
11.4 to 11.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 11.4-5
Not analysed yet
μόνοι γὰρ τῶν ἐξ αἰῶνος μνημονευομένων εἵλοντο μᾶλλον τηρεῖν τοὺς τῆς πόλεως νόμους ἢ τὰς ἰδίας ψυχάς, οὐ δυσφοροῦντες ἐπὶ τῷ μεγίστους ἑαυτοῖς ἐφεστάναι κινδύνους, ἀλλὰ κρίνοντες εὐκταιότατον εἶναι τοῖς ἀρετὴν ἀσκοῦσι τοιούτων ἀγώνων τυγχάνειν. δικαίως δʼ ἄν τις τούτους καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας αἰτίους ἡγήσαιτο ἢ τοὺς ὕστερον ἐν ταῖς πρὸς Ξέρξην μάχαις νικήσαντας· τούτων γὰρ τῶν πράξεων μνημονεύοντες οἱ μὲν βάρβαροι κατεπλάγησαν, οἱ δὲ Ἕλληνες παρωξύνθησαν πρὸς τὴν ὁμοίαν ἀνδραγαθίαν.