Ancient Greek · ~3 min
Book XI, Chapter 11
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 11.6
Not analysed yet
καθόλου δὲ μόνοι τῶν πρὸ ἑαυτῶν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς εἰς ἀθανασίαν μετήλλαξαν. διόπερ οὐχ οἱ τῶν ἱστοριῶν συγγραφεῖς μόνον, ἀλλὰ πολλοὶ καὶ τῶν ποιητῶν καθύμνησαν αὐτῶν τὰς ἀνδραγαθίας· ὧν γέγονε καὶ Σιμωνίδης, ὁ μελοποιός, ἄξιον τῆς ἀρετῆς αὐτῶν ποιήσας ἐγκώμιον, ἐν ᾧ λέγει τῶν ἐν Θερμοπύλαις θανόντων εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δʼ ὁ πότμος, βωμὸς δʼ ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δʼ οἶτος ἔπαινος. ἐντάφιον δὲ τοιοῦτον οὔτʼ εὐρὼς οὔθʼ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος. ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν Ἑλλάδος εἵλετο. μαρτυρεῖ δὲ καὶ Λεωνίδας ὁ Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς κόσμον ἀέναόν τε κλέος. Simonides fr. 1 (Bergk)