Ancient Greek
Book XIV, Chapter 12
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 12.3-4
Not analysed yet
οὗτος δὲ πιστευθεὶς περὶ τῶν ὅλων καὶ μισθοφόρους πολλοὺς ἀθροίσας, οὐκέτι προστάτης ἦν, ἀλλὰ τύραννος. καὶ τὸ μὲν πρῶτον τοὺς ἄρχοντας αὐτῶν ἐπί τινι θυσίᾳ καλέσας ἀνεῖλε, μετὰ δὲ ταῦτα ἀναρχίας οὔσης ἐν τῇ πόλει, τριάκοντα μὲν τοὺς ὀνομαζομένους Βυζαντίους συνήρπασε καὶ περιθεὶς κάλων ἀπεστραγγάλισε· πάντων δὲ τῶν διαφθαρέντων τὰς οὐσίας σφετερισάμενος ἐπελέγετο καὶ τῶν ἄλλων τοὺς εὐπόρους, καὶ ψευδεῖς αἰτίας ἐπιρρίπτων οὓς μὲν ἀπέκτεινεν, οὓς δʼ ἐφυγάδευσε. πολλῶν δὲ χρημάτων κυριεύσας καὶ μισθοφόρων ἀθροίσας πλῆθος τὰ κατὰ τὴν δυναστείαν ἠσφαλίσατο.