Ancient Greek · ~5 min
12.4 to 12.9
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 12.4-3-9
Not analysed yet
διαβοηθείσης δὲ τῆς κατὰ τὸν τύραννον ὠμότητός τε καὶ δυνάμεως, Λακεδαιμόνιοι τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς αὐτὸν πρέσβεις τοὺς πείσοντας ἀποθέσθαι τὴν δυναστείαν· οὐ προσέχοντος δὲ τοῖς ἀξιουμένοις ἔπεμψαν δύναμιν ἐπʼ αὐτὸν καὶ στρατηγὸν Πανθοίδαν. οὗ τὴν ἔφοδον αἰσθόμενος ὁ Κλέαρχος εἰς Σηλυμβρίαν μετήγαγε τὴν δύναμιν, κύριος ὢν καὶ ταύτης τῆς πόλεως· πολλὰ γὰρ εἰς τοὺς Βυζαντίους ἡμαρτηκὼς ὑπελάμβανεν οὐ μόνον τοὺς Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει πολεμίους ἕξειν. διόπερ ἐκ Σηλυμβρίας κρίνας ἀσφαλέστερον διαπολεμήσειν, τά τε χρήματα καὶ τὴν δύναμιν μετέστησεν. ὡς δʼ ἐπύθετο τοὺς Λακεδαιμονίους ἐγγὺς ὄντας, ἀπήντησεν αὐτοῖς, καὶ περὶ τὸν καλούμενον πόρον συνῆψε μάχην τοῖς περὶ τὸν Πανθοίδαν. γενομένου δʼ ἐπὶ πολὺν χρόνον τοῦ κινδύνου, καὶ λαμπρῶς ἀγωνισαμένων τῶν Λακεδαιμονίων, οἱ τοῦ τυράννου διεφθάρησαν. ὁ δὲ Κλέαρχος τὸ μὲν πρῶτον μετʼ ὀλίγων συγκλεισθεὶς εἰς Σηλυμβρίαν ἐπολιορκεῖτο· μετὰ δὲ ταῦτα φοβηθεὶς διέδρα νυκτὸς καὶ διέπλευσεν εἰς τὴν Ἰωνίαν· ἐκεῖ δʼ εἰς συνήθειαν ἐλθὼν Κύρῳ τῷ τοῦ βασιλέως ἀδελφῷ δυνάμεων ἀφηγήσατο. ὁ γὰρ Κῦρος, ἄρχων ἀποδεδειγμένος τῶν ἐπὶ θαλάττῃ σατραπειῶν καὶ φρονήματος πλήρης ὤν, διενοεῖτο στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁρῶν οὖν τὸν Κλέαρχον τόλμαν ἔχοντα καὶ θράσος πρόχειρον, ἔδωκεν αὐτῷ χρήματα καὶ προσέταξεν ὡς πλείστους ξενολογεῖν, νομίζων εὔθετον ἕξειν συναγωνιστὴν τοῖς ὑπʼ αὐτοῦ τολμωμένοις.