Ancient Greek · ~7 min
17.1 to 17.8
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 17.1-4-8
Not analysed yet
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μικίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον χιλίαρχοι τρεῖς, Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος καὶ Αὖλος Μαμίλος. τούτων δὲ τὰς ἀρχὰς λαβόντων οἱ τὸν Ὠρωπὸν οἰκοῦντες πρὸς ἀλλήλους στασιάσαντες ἐφυγάδευσαν τῶν πολιτῶν τινας. οἱ δὲ φυγάδες μέχρι μέν τινος διʼ ἑαυτῶν ἐπεβάλοντο κατελθεῖν, οὐ δυνάμενοι δὲ τὴν προαίρεσιν ἐπὶ τέλος ἀγαγεῖν, ἔπεισαν τοὺς Θηβαίους ἑαυτοῖς συναποστεῖλαι δύναμιν. Θηβαῖοι δὲ στρατεύσαντες ἐπὶ τοὺς Ὠρωπίους καὶ κυριεύσαντες τῆς πόλεως, μετῴκισαν ἀπὸ τῆς θαλάττης αὐτοὺς ὡς ἑπτὰ σταδίους, καὶ χρόνους μέν τινας εἴασαν καθʼ αὑτοὺς πολιτεύεσθαι, μετὰ δὲ ταῦτα δόντες πολιτείαν τὴν χώραν Βοιωτίαν ἐποιήσαντο. τούτων δὲ πραττομένων Λακεδαιμόνιοι καὶ ἄλλα μὲν πλείονα τοῖς Ἠλείοις ἐνεκάλουν, μάλιστα δʼ ὅτι Ἆγιν αὐτῶν τὸν βασιλέα διεκώλυσαν τῷ θεῷ θῦσαι καὶ διότι τοῖς Ὀλυμπίοις Λακεδαιμονίους οὐκ εἴασαν ἀγωνίσασθαι. διόπερ κρίναντες πρὸς αὐτοὺς ἐκφέρειν πόλεμον, δέκα πρεσβευτὰς ἀπέστειλαν, πρῶτον μὲν κελεύοντες τὰς περιοίκους πόλεις ἐᾶν αὐτονόμους εἶναι, ἔπειτα τὰς δαπάνας τοῦ πρὸς Ἀθηναίους πολέμου κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέρος ἀπῄτουν. ταῦτα δʼ ἔπραττον προφάσεις αὑτοῖς εὐλόγους καὶ πιθανὰς ἀρχὰς ζητοῦντες πολέμου. οὐ προσεχόντων δὲ τῶν Ἠλείων, ἀλλὰ καὶ προσεγκαλούντων ὅτι τοὺς Ἕλληνας καταδουλοῦνται, τὸν ἕτερον τῶν βασιλέων Παυσανίαν ἐπʼ αὐτοὺς ἀπέστειλαν μετὰ στρατιωτῶν τετρακισχιλίων. συνηκολούθουν δʼ αὐτῷ πολλοὶ στρατιῶται καὶ παρὰ τῶν συμμάχων σχεδὸν ἁπάντων πλὴν Βοιωτῶν καὶ Κορινθίων· οὗτοι δὲ δυσχεραίνοντες τοῖς ὑπὸ Λακεδαιμονίων πραττομένοις οὐ μετέσχον τῆς ἐπὶ τὴν Ἦλιν στρατείας. ὁ δʼ οὖν Παυσανίας κατʼ ἔφοδον τῆς Ἀρκαδίας ἐμβαλὼν εἰς τὴν Ἦλιν Λασίωνα μὲν φρούριον εὐθὺς εἷλεν ἐξ ἐφόδου, μετὰ δὲ ταῦτα διὰ τῆς Ἀκρωρείας ἀγαγὼν τὸ στρατόπεδον τέτταρας πόλεις προσηγάγετο, Θραῖστον, Ἅλιον, Ἐπιτάλιον, Ὀποῦντα.