Ancient Greek
17.9 to 17.12
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 17.9-12
Not analysed yet
ἐκεῖθεν δὲ τῇ Πύλῳ προσστρατοπεδεύσας εὐθὺς καὶ τοῦτο τὸ χωρίον παρέλαβεν, ἀπέχον τῆς Ἤλιδος σταδίους ὡς ἑβδομήκοντα. μετὰ δὲ ταῦτʼ ἐπʼ αὐτὴν πορευθεὶς τὴν Ἦλιν ἐπὶ τῶν πέραν τοῦ ποταμοῦ λόφων κατεστρατοπέδευσεν. Ἠλεῖοι δὲ μικρὸν ἔμπροσθεν ἦσαν παρʼ Αἰτωλῶν εἰληφότες συμμάχους ἐπιλέκτους ἄνδρας χιλίους, οἷς τὸν περὶ τὸ γυμνάσιον τόπον δεδώκεισαν φυλάττειν. τοῦ δὲ Παυσανίου τοῦτον τὸν τόπον πρῶτον ἐπιχειρήσαντος πολιορκεῖν καταπεφρονηκότως, ὡς οὐδέποτʼ ἂν τολμησάντων Ἠλείων ἐπεξελθεῖν, ἐξαίφνης οἵ τε Αἰτωλοὶ καὶ πολλοὶ τῶν πολιτῶν ἐκχυθέντες ἐκ τῆς πόλεως κατεπλήξαντο τοὺς Λακεδαιμονίους, καὶ σχεδὸν τριάκοντα αὐτῶν κατέβαλον. ὁ δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορκίαν, μετὰ δὲ ταῦθʼ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορθῶν καὶ φθείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληθεῖς ὠφελείας ἤθροισεν. ἤδη δὲ τοῦ χειμῶνος συνεγγίζοντος κατὰ μὲν τὴν Ἠλείαν ἐτείχισε φρούρια, καὶ τὴν ἱκανὴν ἐν αὐτοῖς κατέλιπε δύναμιν, αὐτὸς δὲ μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐν Δύμῃ παρεχείμασεν.