Ancient Greek
Book XII, Chapter 20
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 20.3-2
Not analysed yet
διὰ δὲ τοῦ προοιμίου προκαλεσάμενος τοὺς πολίτας εἰς εὐσέβειαν καὶ δικαιοσύνην, ἐπέζευξε προστάττων μηδένα τῶν πολιτῶν ἐχθρὸν ἀκατάλλακτον ἔχειν, ἀλλʼ οὕτω τὴν ἔχθραν ἀναλαμβάνειν ὡς ἥξοντα πάλιν εἰς σύλλυσιν καὶ φιλίαν· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα διαλαμβάνεσθαι παρὰ τοῖς πολίταις ἀνήμερον καὶ ἄγριον τὴν ψυχήν. τοὺς δὲ ἄρχοντας παρεκελεύετο μὴ εἶναι αὐθάδεις μηδὲ ὑπερηφάνους, μηδὲ κρίνειν πρὸς ἔχθραν ἢ φιλίαν. ἐν δὲ τοῖς κατὰ μέρος νομοθετήμασι πολλὰ παρʼ ἑαυτοῦ προσεξεῦρε μάλα σοφῶς καὶ περιττῶς.