Ancient Greek
Book XII, Chapter 21
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 21.1-2
Not analysed yet
τῶν γὰρ ἄλλων ἁπάντων ἁμαρτανουσῶν γυναικῶν ἀργυρικὰς ζημίας τεταχότων οὗτος φιλοτέχνῳ προστίμῳ τὰς ἀκολασίας αὐτῶν διωρθώσατο. ἔγραψε γὰρ οὕτω· γυναικὶ ἐλευθέρᾳ μὴ πλείω ἀκολουθεῖν μιᾶς θεραπαινίδος, ἐὰν μὴ μεθύῃ, μηδὲ ἐξιέναι νυκτὸς ἐκ τῆς πόλεως εἰ μὴ μοιχευομένην, μηδὲ περιτίθεσθαι χρυσία μηδὲ ἐσθῆτα παρυφασμένην, ἐὰν μὴ ἑταίρα ᾖ, μηδὲ τὸν ἄνδρα φορεῖν δακτύλιον ὑπόχρυσον μηδὲ ἱμάτιον ἰσομιλήσιον, ἐὰν μὴ ἑταιρεύηται ἢ μοιχεύηται.