Ancient Greek · ~2 min
26.3 to 26.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 26.3-2-4
Not analysed yet
ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν εἰρηνικὴν εἶχε κατάστασιν, Καρχηδονίων μὲν πεποιημένων συνθήκας πρὸς Γέλωνα, αὐτῶν δὲ τῶν κατὰ τὴν Σικελίαν πόλεων Ἑλληνίδων τὴν ἡγεμονίαν Συρακοσίοις συγκεχωρηκυιῶν, καὶ τῶν Ἀκραγαντίνων μετὰ τὴν ἧτταν τὴν γενομένην περὶ τὸν Ἱμέραν ποταμὸν συλλελυμένων πρὸς τοὺς Συρακοσίους. ἡσύχαζε δὲ καὶ τὰ κατὰ τὴν Ἰταλίαν ἔθνη καὶ Κελτικήν, ἔτι δʼ Ἰβηρίαν καὶ τὴν ἄλλην σχεδὸν ἅπασαν οἰκουμένην. διόπερ πολεμικὴ μὲν καὶ ἀξία μνήμης πρᾶξις οὐδεμία συνετελέσθη κατὰ τούτους τοὺς χρόνους, εἰρήνη δὲ μία συνετελέσθη, καὶ πανηγύρεις καὶ ἀγῶνες καὶ θεῶν θυσίαι καὶ τἄλλα τὰ πρὸς εὐδαιμονίαν ἀνήκοντα παρὰ πᾶσιν ἐπεπόλαζεν.