Ancient Greek · ~2 min
27.1 to 27.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 27.1-2-2
Not analysed yet
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοκλέους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λαρῖνον Ἑρμίνιον καὶ Τίτον Στερτίνιον Στρούκτορα. ἐπὶ δὲ τούτων Σάμιοι μὲν πρὸς Μιλησίους περὶ Πριήνης ἀμφισβητήσαντες εἰς πόλεμον κατέστησαν, ὁρῶντες δὲ τοὺς Ἀθηναίους ταῖς εὐνοίαις διαφέροντας πρὸς Μιλησίους, ἀπέστησαν ἀπʼ αὐτῶν. οἱ δὲ Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους ἔχοντα τριήρεις τετταράκοντα. οὗτος δὲ πλεύσας ἐπὶ τὴν Σάμον παρεισελθὼν δὲ καὶ τῆς πόλεως ἐγκρατὴς γενόμενος κατέστησε δημοκρατίαν ἐν αὐτῇ. πραξάμενος δὲ παρὰ τῶν Σαμίων ὀγδοήκοντα τάλαντα, καὶ τοὺς ἴσους ὁμήρους παῖδας λαβών, τούτους μὲν παρέδωκε τοῖς Λημνίοις, αὐτὸς δʼ ἐν ὀλίγαις ἡμέραις ἅπαντα συντετελεκὼς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.