Ancient Greek · ~5 min
31.1 to 31.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 31.1-2-4
Not analysed yet
οὐκ ἔστιν οὖν τούτοις δίκαιος ἀποκείμενος ἔλεος· αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι. ποῦ γὰρ ἄξιον τούτοις καταφυγεῖν; πρὸς θεούς, ὧν τὰς πατρίους τιμὰς ἀφελέσθαι προείλοντο; πρὸς ἀνθρώπους, οὓς δουλωσόμενοι παρεγένοντο; Δήμητρα καὶ Κόρην καὶ τὰ τούτων ἐπικαλοῦνται μυστήρια, τὴν ἱερὰν αὐτῶν νῆσον πεπορθηκότες; ναί, ἀλλʼ οὐκ αἴτιον τὸ πλῆθος τῶν Ἀθηναίων, ἀλλʼ Ἀλκιβιάδης ὁ ταῦτα συμβουλεύσας. ἀλλʼ εὑρήσομεν τοὺς συμβούλους κατὰ τὸ πλεῖστον στοχαζομένους τῆς τῶν ἀκουόντων βουλήσεως, ὥσθʼ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως. οὐ γὰρ ὁ λέγων κύριος τοῦ πλήθους, ἀλλʼ ὁ δῆμος ἐθίζει τὸν ῥήτορα τὰ βέλτιστα λέγειν χρηστὰ βουλευόμενος. εἰ δὲ τοῖς ἀδικοῦσιν ἀνήκεστα συγγνώμην δώσομεν, ἐὰν εἰς τοὺς συμβούλους τὴν αἰτίαν ἀναφέρωσιν, εὐχερῆ τοῖς πονηροῖς τὴν ἀπολογίαν παρεξόμεθα. ἁπλῶς δὲ πάντων ἐστὶν ἀδικώτατον τῶν μὲν εὐεργεσιῶν μὴ τοὺς συμβούλους, ἀλλὰ τὸν δῆμον ἀπολαμβάνειν τὰς χάριτας παρὰ τῶν εὖ παθόντων, τῶν δʼ ἀδικημάτων ἐπὶ τοὺς ῥήτορας μεταφέρειν τὴν τιμωρίαν. καὶ ἐπὶ τοσοῦτόν τινες ἐξεστήκασι τῶν λογισμῶν, ὥστʼ Ἀλκιβιάδην, εἰς ὃν τὴν ἐξουσίαν οὐκ ἔχομεν, φασὶ δεῖν τιμωρεῖσθαι, τοὺς δʼ αἰχμαλώτους ἀγομένους ἐπὶ τὴν προσήκουσαν τιμωρίαν ἀφεῖναι, καὶ πᾶσιν ἐνδείξασθαι, διότι τὴν δικαίαν μισοπονηρίαν οὐκ ἔσχηκεν ὁ δῆμος τῶν Συρακοσίων.