Ancient Greek
Book XIII, Chapter 31
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 31.5
Not analysed yet
εἰ δὲ καὶ κατʼ ἀλήθειαν αἴτιοι γεγόνασιν οἱ σύμβουλοι τοῦ πολέμου, μεμφέσθω τὸ μὲν πλῆθος τοῖς ῥήτορσιν ὑπὲρ ὧν ἐξηπάτησαν, ὑμεῖς δὲ δικαίως μετελεύσεσθε τὸ πλῆθος ὑπὲρ ὧν ἠδίκησθε. καθόλου δʼ εἰ μὲν ἐπιστάμενοι σαφῶς ἠδίκησαν, διʼ αὐτὴν τὴν προαίρεσιν ἄξιοι τιμωρίας, εἰ δʼ εἰκῇ βουλευσάμενοι τὸν πόλεμον ἐξήνεγκαν, οὐδʼ ὣς αὐτοὺς ἀφετέον, ἵνα μὴ σχεδιάζειν ἐν τοῖς τῶν ἄλλων βίοις ἐθισθῶσιν. οὐ γὰρ δίκαιόν ἐστι τὴν Ἀθηναίων ἄγνοιαν Συρακοσίοις φέρειν ἀπώλειαν, οὐδʼ ἐν οἷς τὸ πραχθὲν ἀνήκεστόν ἐστιν, ἐν τούτοις ἀπολογίαν ὑπολείπεσθαι τοῖς ἁμαρτάνουσι.