Ancient Greek · ~4 min
47.1 to 47.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 47.1-2-4
Not analysed yet
τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης Ἀθηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δʼ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν. Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς Ἄβυδον ἀναχθεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηθείας πεζῆς τε καὶ ναυτικῆς· διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν Ἀσίαν πόλεις Ἀθηναίοις πολιορκήσειν. Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν Ἀθηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν ὑπʼ Ἀθηναίων θαλασσοκρατούντων· ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ. συγκαταθεμένων δὲ τῶν Βοιωτῶν διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον· διόπερ αἱ πόλεις ἅπασαι πρὸς τὴν διάχωσιν ἐπερρώσθησαν καὶ πρὸς ἀλλήλας ἡμιλλῶντο· οὐ γὰρ μόνον τοῖς πολίταις ἐξιέναι πανδημεὶ προσέταξαν, ἀλλὰ καὶ τοῖς παροικοῦσι ξένοις, ὥστε διὰ τὸ πλῆθος τῶν τοῖς ἔργοις προσιόντων τὴν πρόθεσιν ταχέως λαβεῖν συντέλειαν.