Ancient Greek
Book XIII, Chapter 47
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 47.5
Not analysed yet
τῆς μὲν οὖν Εὐβοίας κατεσκευάσθη τὸ χῶμα κατὰ τὴν Χαλκίδα, τῆς δὲ Βοιωτίας πλησίον Αὐλίδος· ἐνταῦθα γὰρ ὁ μεταξὺ τόπος ἦν στενώτατος. συνέβαινε μὲν οὖν καὶ πρότερον ἀεὶ κατʼ ἐκεῖνον τὸν τόπον εἶναι ῥοῦν καὶ πυκνὰς ποιεῖσθαι τροπὰς τὴν θάλατταν, τότε δὲ πολὺ μᾶλλον ἦν ἐπιτείνοντα τὰ κατὰ τὸν ῥοῦν, ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης· ὁ γὰρ διέκπλους ἀπελείφθη μιᾷ νηί. ᾠκοδόμησαν δὲ καὶ πύργους ὑψηλοὺς ἐπʼ ἀμφοτέρων τῶν ἄκρων, καὶ ξυλίνας τοῖς διάρροις ἐπέστησαν γεφύρας.