Ancient Greek
47.6 to 47.8
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 47.6-8
Not analysed yet
Θηραμένης δʼ ὑπʼ Ἀθηναίων ἀποσταλεὶς μετὰ νεῶν τριάκοντα τὸ μὲν πρῶτον ἐπεχείρησε κωλύειν τοὺς ἐπὶ τῶν ἔργων, πολλοῦ δὲ πλήθους στρατιωτῶν συμπαρόντος τοῖς κατασκευάζουσι τὰ χώματα ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὸν δὲ πλοῦν ἐπὶ τῶν νήσων ἐποιήσατο. βουλόμενος δὲ τούς τε πολίτας καὶ συμμάχους ἀναπαῦσαι τῶν εἰσφορῶν, τήν τε τῶν πολεμίων χώραν ἐπόρθησε καὶ πολλὰς ὠφελείας ἤθροισεν. ἐπῄει δὲ καὶ τὰς συμμαχίδας πόλεις, καὶ τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα. καταπλεύσας δʼ εἰς Πάρον καὶ καταλαβὼν ὀλιγαρχίαν ἐν τῇ πόλει, τῷ μὲν δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησε, παρὰ δὲ τῶν ἁψαμένων τῆς ὀλιγαρχίας χρημάτων πλῆθος εἰσεπράξατο.