Ancient Greek · ~1 min
Book XIII, Chapter 49
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 49.1
Not analysed yet
Ἀρχέλαος δʼ ὁ τῶν Μακεδόνων βασιλεύς, τῶν Πυδναίων ἀπειθούντων, πολλῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσεν. παρεβοήθησε δʼ αὐτῷ καὶ Θηραμένης ἔχων στόλον· ὃς χρονιζούσης τῆς πολιορκίας ἀπέπλευσεν εἰς Θρᾴκην πρὸς Θρασύβουλον τὸν ἀφηγούμενον τοῦ στόλου παντός.