Ancient Greek
Book XIII, Chapter 49
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 49.2
Not analysed yet
ὁ μὲν οὖν Ἀρχέλαος φιλοτιμότερον πολιορκήσας τὴν Πύδναν καὶ κρατήσας μετῴκισεν αὐτὴν ἀπὸ θαλάττης ὡς εἴκοσι στάδια. ὁ δὲ Μίνδαρος, ἤδη τοῦ χειμῶνος λήγοντος, συνήγαγε τὰς πανταχόθεν τριήρεις· ἔκ τε γὰρ τῆς Πελοποννήσου πολλαὶ παρεγενήθησαν καὶ παρὰ τῶν ἄλλων συμμάχων ὁμοίως. οἱ δʼ ἐν Σηστῷ τῶν Ἀθηναίων στρατηγοί, πυνθανόμενοι τὸ μέγεθος τοῦ συναγομένου τοῖς πολεμίοις στόλου, περιδεεῖς ἦσαν, μήποτε πάσαις ταῖς τριήρεσιν ἐπιπλεύσαντες οἱ πολέμιοι κυριεύσωσι τῶν νεῶν.