Ancient Greek · ~4 min
50.4 to 50.7
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 50.4-7
Not analysed yet
ἅμα δὲ καὶ πρὸς Περδίκκαν τὸν βασιλέα τῶν Μακεδόνων ἀλλοτρίως διακείμενος, ἔκρινε κατάγειν ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν Ἀμύνταν τὸν Φιλίππου. διʼ ἀμφοτέρας οὖν τὰς προειρημένας αἰτίας ἦν ἀναγκαῖον αὐτῷ συστήσασθαι δύναμιν ἀξιόλογον. ὡς δʼ αὐτῷ τὰ πρὸς τὴν στρατείαν εὐτρεπῆ κατεσκεύαστο, προήγαγε τὴν δύναμιν ἅπασαν, καὶ διελθὼν τὴν Θρᾴκην ἐνέβαλεν εἰς τὴν Μακεδονίαν. οἱ δὲ Μακεδόνες τὸ μέγεθος τῆς δυνάμεως καταπλαγέντες παρατάξασθαι μὲν οὐκ ἐτόλμησαν, ἐκκομίσαντες δὲ τόν τε σῖτον καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν εἰς τὰ καρτερώτατα φρούρια, μένοντες ἐν τούτοις ἡσυχίαν εἶχον. οἱ δὲ Θρᾷκες καταγαγόντες τὸν Ἀμύνταν ἐπὶ τὴν βασιλείαν τὸ μὲν πρῶτον διὰ λόγων καὶ πρεσβειῶν ἐπειρῶντο προσάγεσθαι τὰς πόλεις, ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, εὐθὺς τῷ πρώτῳ φρουρίῳ προσβαλόντες κατὰ κράτος εἷλον. μετὰ δὲ ταῦτά τινες τῶν πόλεων καὶ τῶν φρουρίων διὰ τὸν φόβον ἑκουσίως ὑπετάγησαν. πορθήσαντες δὲ πᾶσαν τὴν Μακεδονίαν καὶ πολλῆς ὠφελείας κύριοι γενόμενοι μετέβησαν ἐπὶ τὰς Ἑλληνίδας πόλεις τὰς τῶν Χαλκιδέων.