Ancient Greek · ~2 min
Book XII, Chapter 51
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 51-2
Not analysed yet
τοῦ δὲ Σιτάλκου περὶ ταῦτα διατρίβοντος Θετταλοὶ καὶ Ἀχαιοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι πάντες Ἕλληνες ὅσοι κατῴκουν μεταξὺ Μακεδονίας καὶ Θερμοπυλῶν, συνεφρόνησαν καὶ δύναμιν ἀξιόλογον κοινῇ συνεστήσαντο· εὐλαβοῦντο γὰρ μήποτε τοσαύταις μυριάσιν οἱ Θρᾷκες ἐμβάλωσιν αὐτῶν εἰς τὴν χώραν, καὶ κινδυνεύσωσι ταῖς πατρίσι. τὸ δʼ αὐτὸ καὶ τῶν Χαλκιδέων ποιησάντων, Σιτάλκης πυθόμενος τοὺς Ἕλληνας ἁδρὰς δυνάμεις συνηθροικέναι καὶ τοὺς στρατιώτας ὑπὸ τοῦ χειμῶνος ἐνοχλουμένους ἐννοούμενος, πρὸς μὲν τὸν Περδίκκαν διαλυσάμενος ἐπιγαμίας ἐποιήσατο, τὰς δὲ δυνάμεις ἀπήγαγεν εἰς τὴν Θρᾴκην.