Ancient Greek · ~5 min
55.3 to 55.7
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 55.3-7
Not analysed yet
ὃς μετὰ σπουδῆς ἐκπλεύσας καὶ ταῖς πρώταις προσμίξας εὐθέως τινὰς αὐτάνδρους κατέδυσεν· αἱ δὲ λοιπαὶ πλήρεις οὖσαι καὶ τὸν ἄνεμον τοῖς ἱστίοις δεχόμεναι ῥᾳδίως ἐξέφυγον· ὅμως κατέδυσε πεντήκοντα ναῦς στρατιώτας ἐχούσας πεντακισχιλίους, ἅρματα δὲ διακόσια. Ἰμίλκων δὲ καταπλεύσας εἰς Πάνορμονκαὶ τὴν δύναμιν ἐκβιβάσας ἦγεν ἐπὶ τοὺς πολεμίους, καὶ τὰς μὲν τριήρεις παραπλεῖν ἐκέλευσεν, αὐτὸς δʼ ἐν παρόδῳ διὰ προδοσίας ἑλὼν Ἔρυκα πρὸς τὴν Μοτύην κατεστρατοπέδευσεν. ὄντος δὲ κατὰ τοῦτον τὸν χρόνον τοῦ Διονυσίου περὶ τὴν Αἴγεσταν μετὰ τῆς δυνάμεως, Ἰμίλκων τὴν Μοτύην ἐξεπολιόρκησεν. τῶν δὲ Σικελιωτῶν προθύμων ὄντων διαμάχεσθαι, Διονύσιος ἅμα μὲν μακρὰν τῶν συμμαχίδων πόλεων ἀπεωσμένος, ἅμα δὲ τῆς σιτοπομπίας ἐπιλειπούσης, διέλαβε συμφέρειν ἐφʼ ἑτέρων τόπων συστήσασθαι τὸν πόλεμον. κρίνας οὖν ἀναζευγνύειν, τοὺς μὲν Σικανοὺς ἔπειθε καταλιπεῖν τὰς πόλεις κατὰ τὸ παρὸν καὶ μετʼ αὐτοῦ στρατεύεσθαι· ἀντὶ δὲ τούτων ἐπηγγέλλετο δώσειν χώραν βελτίονα καὶ τῷ πλήθει παραπλησίαν, καὶ μετὰ τὴν τοῦ πολέμου κατάλυσιν κατάξειν τοὺς βουλομένους εἰς τὰς πατρίδας. τῶν δὲ Σικανῶν ὀλίγοι, καταπλαγέντες μήποτε ἀντιλέγοντες διαρπασθῶσιν ὑπὸ τῶν στρατιωτῶν, συγκατέθεντο τοῖς ἀξιουμένοις ὑπὸ Διονυσίου. ἀπέστησαν δὲ παραπλησίως καὶ Ἁλικυαῖοι, καὶ πέμψαντες πρέσβεις εἰς τὸ τῶν Καρχηδονίων στρατόπεδον συμμαχίαν ἐποιήσαντο. καὶ Διονύσιος μὲν ἀφώρμησεν ἐπὶ Συρακουσῶν, καταφθείρων τὴν χώραν διʼ ἧς ἦγε τὴν δύναμιν.