Ancient Greek · ~3 min
56.1 to 56.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 56.1-3-3
Not analysed yet
Ἰμίλκων δὲ τῶν πραγμάτων προχωρούντων κατὰ γνώμην παρεσκευάζετο τὴν στρατιὰν ἀνάγειν ἐπὶ Μεσσήνης, σπεύδων αὐτῆς κυριεῦσαι διὰ τὴν εὐκαιρίαν τῶν τόπων· ὅ τε γὰρ ἐν αὐτῇ λιμὴν εὔθετος ἦν, δυνάμενος δέχεσθαι πάσας τὰς ναῦς, οὔσας πλείω τῶν ἑξακοσίων, τά τε περὶ τὸν πορθμὸν οἰκεῖα ποιησάμενος Ἰμίλκων ἤλπιζε τὰς τῶν Ἰταλιωτῶν βοηθείας ἐμφράξειν καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐπισχεῖν. ταῦτα δὲ διανοηθεὶς πράττειν, πρὸς τοὺς μὲν Ἱμεραίους καὶ τοὺς τὸ Κεφαλοίδιον φρούριον κατοικοῦντας φιλίαν ἐποιήσατο, Λιπάρας δὲ τῆς πόλεως ἐγκρατὴς γενόμενος τριάκοντα τάλαντα παρὰ τῶν κατοικούντων τὴν νῆσον ἐπράξατο· αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ὥρμησεν ἐπὶ Μεσσήνης, συμπαραπλεουσῶν αὐτῷ τῶν νεῶν. καὶ ταχὺ διανύσας τὴν ὁδὸν κατεστρατοπέδευσεν ἐπὶ τῆς Πελωρίδος, ἀπέχων τῆς Μεσσήνης σταδίους ἑκατόν. οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν παρουσίαν τῶν πολεμίων, οὐ τὰς αὐτὰς ἀλλήλοις ἐννοίας εἶχον περὶ τοῦ πολέμου.