Ancient Greek · ~1 min
57.1 to 57.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 57.1-2
Not analysed yet
ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Κερκύρᾳ μεγάλη συνέστη στάσις καὶ φιλοτιμία διὰ τοιαύτας αἰτίας. ἐν τῷ περὶ Ἐπίδαμνον πολέμῳ πολλοὶ Κερκυραίων αἰχμάλωτοι γενόμενοι καὶ καταβληθέντες εἰς τὴν δημοσίαν φυλακὴν ἐπηγγείλαντο τοῖς Κορινθίοις παραδώσειν τὴν Κέρκυραν, ἐὰν αὐτοὺς ἀπολύσωσιν. ἀσμένως δὲ τῶν Κορινθίων προσδεξαμένων τοὺς λόγους, οἱ Κερκυραῖοι προσποιηθέντες λύτρα διδόναι διηγγυήθησαν ὑπὸ τῶν προξένων ἱκανῶν τινων ταλάντων ἀφεθέντες.