Ancient Greek · ~2 min
Book XII, Chapter 57
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 57.3
Not analysed yet
καὶ τηροῦντες τὴν τῶν ὡμολογημένων πίστιν, ὡς κατήντησαν εἰς τὴν πατρίδα, τοὺς δημαγωγεῖν εἰωθότας καὶ μάλιστα τοῦ πλήθους προΐστασθαι συλλαβόντες ἀπέσφαξαν. καταλύσαντες δὲ τὴν δημοκρατίαν, μετʼ ὀλίγον χρόνον Ἀθηναίων βοηθησάντων τῷ δήμῳ, οἱ μὲν Κερκυραῖοι τὴν ἐλευθερίαν ἀνακτησάμενοι κολάζειν ἐπεβάλοντο τοὺς τὴν ἐπανάστασιν πεποιημένους· οὗτοι δὲ φοβηθέντες τὴν τιμωρίαν κατέφυγον ἐπὶ τοὺς τῶν θεῶν βωμοὺς καὶ ἱκέται τοῦ δήμου καὶ τῶν θεῶν ἐγένοντο.