Ancient Greek
60.1 to 60.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 60.1-2-2
Not analysed yet
οἱ δὲ Καρχηδόνιοι ὡς εἶδον τὸν αἰγιαλὸν τῶν πεζῶν πλήρη καὶ τὰς Ἑλληνικὰς ναῦς ἐπιφερομένας, παραχρῆμα μὲν οὐ μετρίως ἠγωνίασαν, καὶ πρὸς τὴν γῆν ἐπεχείρησαν καταπλεῖν· μετὰ δὲ ταῦτα λογισάμενοι, διότι κινδυνεύσουσιν ἀπολέσθαι πρὸς τὰς ναῦς ἅμα καὶ τοὺς πεζοὺς μαχόμενοι, ταχέως μετενόησαν. κρίναντες οὖν ναυμαχεῖν, διέταττον τὰς ναῦς καὶ τὸν τῶν πολεμίων ἐπίπλουν ἐκαραδόκουν. Λεπτίνης δὲ τριάκοντα ναυσὶ ταῖς ἀρίσταις πολὺ τῶν ἄλλων προάγων, οὐκ ἀνάνδρως μέν, ἀβούλως δὲ διηγωνίσατο. εὐθὺς γὰρ ἐπιθέμενος ταῖς πρώταις τῶν Καρχηδονίων, τὸ μὲν πρῶτον οὐκ ὀλίγας κατέδυσε τῶν ἀντιτεταγμένων τριήρων· τοῦδὲ Μάγωνος ἀθρόαις ταῖς ναυσὶ ταῖς τριάκοντα περιχυθέντος, ταῖς μὲν ἀρεταῖς ὑπερεῖχον οἱ περὶ τὸν Λεπτίνην, τοῖς δὲ πλήθεσιν οἱ Καρχηδόνιοι.