Ancient Greek · ~2 min
Book XIV, Chapter 60
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 60.3
Not analysed yet
διὸ καὶ τῆς μάχης ἰσχυροτέρας γινομένης, καὶ τῶν κυβερνητῶν ἐκ παραβολῆς τὸν ἀγῶνα συνισταμένων, ὅμοιος ὁ κίνδυνος ταῖς ἐπὶ τῆς γῆς παρατάξεσιν ἐγίνετο. οὐ γὰρ ἐκ διαστήματος τοῖς ἐμβόλοις εἰς τὰς τῶν πολεμίων ναῦς ἐνέσειον, ἀλλὰ συμπλεκομένων τῶν σκαφῶν ἐκ χειρὸς διηγωνίζοντο. τινὲς μὲν ἐπὶ τὰς τῶν ἐναντίων ναῦς ἐπιπηδῶντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δὲ κρατήσαντες τῆς ἐπιβολῆς ἐν ταῖς τῶν πολεμίων ναυσὶν ἠγωνίζοντο.