Ancient Greek · ~2 min
Book XII, Chapter 63
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 63.2
Not analysed yet
διόπερ οἱ Λακεδαιμόνιοι φοβηθέντες περὶ τῶν ἀπειλημμένων ἐν τῷ νήσῳ, πρεσβείας ἀπέστειλαν εἰς τὰς Ἀθήνας περὶ τῆς καταλύσεως τοῦ πολέμου· οὐ συγκατατιθεμένων δʼ αὐτῶν ἠξίουν ἀλλαγὴν ποιήσασθαι τῶν ἀνδρῶν καὶ λαβεῖν τοὺς ἴσους τῶν Ἀθηναίων τῶν ἑαλωκότων· ἀλλʼ οὐδὲ τοῦτο συνεχώρησαν οἱ Ἀθηναῖοι. διόπερ οἱ πρέσβεις παρρησίαν ἤγαγον ἐν ταῖς Ἀθήναις ὡς ὁμολογοῦσι Λακεδαιμονίους κρείττους εἶναι, μὴ βουλόμενοι τὴν ἀντίδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι.