Ancient Greek · ~3 min
63.3 to 63.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 63.3-5
Not analysed yet
οἱ δʼ Ἀθηναῖοι τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσαντες τοὺς ἐν τῇ Σφακτηρίᾳ παρέλαβον αὐτοὺς καθʼ ὁμολογίαν. ἦσαν δʼ οἱ παραδόντες αὑτοὺς Σπαρτιᾶται μὲν ἑκατὸν εἴκοσι, τῶν δὲ συμμάχων ἑκατὸν ὀγδοήκοντα. οὗτοι μὲν οὖν ὑπὸ Κλέωνος τοῦ δημαγωγοῦ στρατηγοῦντος τότε δεθέντες ἤχθησαν εἰς τὰς Ἀθήνας· ὁ δὲ δῆμος ἐψηφίσατο αὐτοὺς φυλάττειν, ἐὰν βούλωνται Λακεδαιμόνιοι λῦσαι τὸν πόλεμον, ἐὰν δὲ προκρίνωσι τὸ πολεμεῖν, τότε πάντας τοὺς αἰχμαλώτους ἀποκτεῖναι. μετὰ δὲ ταῦτα τῶν ἐν Ναυπάκτῳ κατῳκισμένων Μεσσηνίων μεταπεμψάμενοι τοὺς ἀρίστους καὶ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς προσθέντες, τούτοις παρέδωκαν τὴν Πύλον φρουρεῖν· ἐνόμιζον γὰρ τοὺς Μεσσηνίους διὰ τὸ πρὸς τοὺς Σπαρτιάτας μῖσος ἐκθυμότατα κακοποιήσειν τὴν Λακωνικήν, ὁρμωμένους ἐξ ὀχυροῦ χωρίου. καὶ τὰ μὲν κατὰ τὴν Πύλον ἐν τούτοις ἦν.