Ancient Greek · ~2 min
64.1 to 64.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 64.1-2-2
Not analysed yet
Ἀρταξέρξης δʼ ὁ τῶν Περσῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα, τὴν δʼ ἀρχὴν διαδεξάμενος Ξέρξης ἐβασίλευσεν ἐνιαυτόν. κατὰ δὲ τὴν Ἰταλίαν Αἴκλων ἀποστάντων ἀπὸ Ῥωμαίων κατὰ τὸν πόλεμον αὐτοκράτορα μὲν Αὖλον Ποστούμιον, ἵππαρχον δὲ Λεύκιον Ἰούλιον ἐποίησαν. οὗτοι δὲ μετὰ πολλῆς δυνάμεως ἀξιολόγου στρατεύσαντες εἰς τὴν τῶν ἀφεστηκότων χώραν τὸ μὲν πρῶτον τὰς κτήσεις ἐπόρθησαν, μετὰ δὲ ταῦτα Αἴκλων ἀντιταχθέντων ἐγένετο μάχη, καθʼ ἣν ἐνίκησαν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν τῶν πολεμίων ἀνεῖλον, οὐκ ὀλίγους δʼ ἐζώγρησαν, λαφύρων δὲ πολλῶν ἐκυρίευσαν.