Ancient Greek
64.3 to 64.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 64.3-4
Not analysed yet
οἱ δὲ Ἀθηναῖοι δόξαντες ἑαυτοὺς ἠτιμάσθαι, τότε μὲν ἀπηλλάγησαν· μετὰ δὲ ταῦτα ἀλλοτρίως ἔχοντες τὰ πρὸς τοὺς Λακεδαιμονίους ἀεὶ μᾶλλον τὴν ἔχθραν ἐξεπύρσευον. διὸ καὶ ταύτην μὲν ἀρχὴν ἔλαβον τῆς ἀλλοτριότητος,ὕστερον δὲ αἱ πόλεις διηνέχθησαν, καὶ μεγάλους ἐπανελόμεναι πολέμους ἔπλησαν ἅπασαν τὴν Ἑλλάδα μεγάλων ἀτυχημάτων. ἀλλὰ γὰρ περὶ τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. τότε δὲ οἱ Λακεδαιμόνιοι στρατεύσαντες ἐπὶ τὴν Ἰθώμην μετὰ τῶν συμμάχων ἐπολιόρκουν αὐτήν. οἱ δʼ Εἵλωτες πανδημεὶ τῶν Λακεδαιμονίων ἀφεστῶτες συνεμάχουν τοῖς Μεσσηνίοις, καὶ ποτὲ μὲν ἐνίκων, ποτὲ δὲ ἡττῶντο. ἐπὶ δὲ ἔτη δέκα τοῦ πολέμου μὴ δυναμένου διακριθῆναι, διετέλουν τοῦτον τὸν χρόνον ἀλλήλους κακοποιοῦντες.