Ancient Greek
Book XI, Chapter 65
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 65.1
Not analysed yet
μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦν ἄρχων Θεαγενείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεσαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Ἰούλιος Ἴουλος, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδομηκοστὴ καὶ ὀγδόη, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης. ἐπὶ δὲ τούτων Ἀργείοις καὶ Μυκηναίοις ἐνέστη πόλεμος διὰ τοιαύτας αἰτίας.