Ancient Greek · ~7 min
65.1 to 65.7
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 65.1-2-7
Not analysed yet
τούτου δὲ τοῦ ἔτους διελθόντος Ἀθήνησι μὲν ἦν ἄρχων Ἴσαρχος, ἐν δὲ τῇ Ῥώμῃ καθειστήκεσαν ὕπατοι Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνάτη καὶ ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Σύμμαχος τὸ δεύτερον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν καταστήσαντες Νικίαν τὸν Νικηράτου, καὶ παραδόντες αὐτῷ τριήρεις μὲν ἑξήκοντα, ὁπλίτας δὲ τρισχιλίους, προσέταξαν πορθῆσαι τοὺς Λακεδαιμονίων συμμάχους. οὗτος δʼ ἐπὶ πρώτην τὴν Μῆλον πλεύσας τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν ἐφʼ ἱκανὰς ἡμέρας ἐπολιόρκησεν· αὕτη γὰρ μόνη τῶν Κυκλάδων νήσων διεφύλαττε τὴν πρὸς Λακεδαιμονίους συμμαχίαν, ἄποικος οὖσα τῆς Σπάρτης. ὁ δὲ Νικίας, γενναίως ἀμυνομένων τῶν Μηλίων οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἀπέπλευσεν εἰς Ὠρωπὸν τῆς Βοιωτίας. ἐνταῦθα δὲ τὰς ναῦς ἀπολιπὼν παρῆλθεν εἰς τὴν τῶν Ταναγραίων χώραν μετὰ τῶν ὁπλιτῶν, καὶ κατέλαβεν ἐνταῦθα δύναμιν ἑτέραν Ἀθηναίων, ἧς ἐστρατήγει Ἱππόνικος ὁ Καλλίου. συνελθόντων δὲ εἰς ταὐτὸ τῶν στρατοπέδων ἀμφοτέρων, οὗτοι μὲν ἐπεπορεύοντο τὴν χώραν πορθοῦντες, τῶν δὲ Θηβαίων ἐκβοηθούντων συνάψαντες αὐτοῖς μάχην οἱ Ἀθηναῖοι καὶ πολλοὺς ἀνελόντες ἐνίκησαν. μετὰ δὲ τὴν μάχην οἱ μεθʼ Ἱππονίκου στρατιῶται τὴν εἰς Ἀθήνας ἐπάνοδον ἐποιήσαντο, Νικίας δὲ παρελθὼν ἐπὶ τὰς ναῦς παρέπλευσεν ἐπὶ τὴν Λοκρίδα, καὶ τὴν παραθαλάττιον χώραν πορθήσας προσελάβετο παρὰ τῶν συμμάχων τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας ἔχειν αὐτὸν ναῦς ἑκατόν· καταλέξας δὲ καὶ πεζοὺς στρατιώτας οὐκ ὀλίγους, καὶ δύναμιν ἀξιόλογον συστησάμενος, ἔπλευσεν ἐπὶ τὴν Κόρινθον. ἀποβιβάσαντος δʼ αὐτοῦ τοὺς στρατιώτας, καὶ τῶν Κορινθίων ἀντιταχθέντων, οἱ Ἀθηναῖοι δυσὶ μάχαις ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνελόντες τρόπαιον ἔστησαν. ἐτελεύτησαν δʼ ἐν τῇ μάχῃ τῶν Ἀθηναίων εἰς ὀκτώ, τῶν δὲ Κορινθίων πλείους τῶν τριακοσίων. ὁ δὲ Νικίας πλεύσας εἰς Κρομμυῶνα τήν τε χώραν ἐδῄωσε καὶ τὸ φρούριον ἐχειρώσατο. εὐθὺς δʼ ἐπαναζεύξας καὶ τειχίσας φρούριον ἐν τῇ Μεθώνῃ, φυλακὴν κατέλιπε τὴν τὸ χωρίον ἅμα φυλάξουσαν καὶ τὴν ἐγγὺς χώραν δῃώσουσαν· αὐτὸς δὲ τὴν παραθαλάττιον πορθήσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.