Ancient Greek
65.8 to 65.9
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 65.8-9
Not analysed yet
μετὰ δὲ ταῦτα ἐπὶ Κύθηρα ναῦς ἀπέστειλαν ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας, ὧν εἶχε τὴν στρατηγίαν Νικίας μετʼ ἄλλων τινῶν. οὗτος δὲ στρατεύσας ἐπὶ τὴν νῆσον καὶ προσβολὰς ποιησάμενος παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν. ἐν δὲ τῇ νήσῳ καταλιπὼν φρουρὰν ἐξέπλευσεν εἰς τὴν Πελοπόννησον καὶ τὴν παραθαλάττιον χώραν ἐδῄωσε. καὶ Θυρέας μὲν κειμένας ἐν τοῖς μεθορίοις τῆς Λακωνικῆς καὶ τῆς Ἀργείας ἐκπολιορκήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψε, τοὺς δʼ ἐν αὐτῇ κατοικοῦντας Αἰγινήτας καὶ τὸν φρούραρχον Τάνταλον Σπαρτιάτην ζωγρήσας ἀπήγαγεν εἰς τὰς Ἀθήνας. οἱ δὲ Ἀθηναῖοι τὸν μὲν Τάνταλον δήσαντες ἐφύλαττον μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ τοὺς Αἰγινήτας.