Ancient Greek · ~4 min
68.1 to 68.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 68.1-2-4
Not analysed yet
διὸ καὶ θαρρήσας τῷ πλήθει τῶν στρατιωτῶν ἐστράτευσεν ἐπὶ τὴν καλουμένην Ἀμφίπολιν. ταύτην δὲ τὴν πόλιν πρότερον μὲν ἐπεχείρησεν οἰκίζειν Ἀρισταγόρας ὁ Μιλήσιος, φεύγων Δαρεῖον τὸν βασιλέα τῶν Περσῶν· ἐκείνου δὲ τελευτήσαντος, καὶ τῶν οἰκητόρων ἐκπεσόντων ὑπὸ Θρᾳκῶν τῶν ὀνομαζομένων Ἠδωνῶν, μετὰ ταῦτα ἔτεσι δυσὶ πρὸς τοῖς τριάκοντα Ἀθηναῖοι μυρίους οἰκήτορας εἰς αὐτὴν ἐξέπεμψαν. ὁμοίως δὲ καὶ τούτων ὑπὸ Θρᾳκῶν διαφθαρέντων περὶ Δράβησκον, διαλιπόντες ἔτη δύο πάλιν ἀνεκτήσαντο τὴν πόλιν Ἅγνωνος ἡγουμένου. περιμαχήτου δʼ αὐτῆς πολλάκις γεγενημένης, ἔσπευδεν ὁ Βρασίδας κύριος γενέσθαι τῆς πόλεως. διὸ καὶ στρατεύσας ἐπʼ αὐτὴν ἀξιολόγῳ δυνάμει, καὶ στρατοπεδεύσας πλησίον τῆς γεφύρας, τὸ μὲν πρῶτον εἷλε τὸ προάστειον τῆς πόλεως, τῇ δʼ ὑστεραίᾳ καταπληξάμενος τοὺς Ἀμφιπολίτας παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν, ὥστʼ ἐξεῖναι τῷ βουλομένῳ τὰ ἑαυτοῦ λαβόντα ἀπελθεῖν ἐκ τῆς πόλεως. εὐθὺς δὲ καὶ τῶν πλησιοχώρων πόλεων πλείονας προσηγάγετο, ἐν αἷς ἦσαν ἀξιολογώταται Οἰσύμη καὶ Γαληψός, ἀμφότεραι Θασίων ἄποικοι, καὶ Μύρκινον, Ἠδωνικὸν πολισμάτιον. ἐπεβάλετο δὲ καὶ ναυπηγεῖσθαι τριήρεις πλείους ἐπὶ τῷ Στρυμόνι ποταμῷ, καὶ στρατιώτας ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων συμμάχων μετεπέμπετο.