Ancient Greek · ~2 min
Book XII, Chapter 68
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 68.5
Not analysed yet
κατεσκεύαζε δὲ καὶ πανοπλίας πολλάς, καὶ τοῖς ἀόπλοις τῶν νέων ἀνεδίδου ταύτας, καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων ἁπάντων παρασκευὰς ἐποιεῖτο. ὡς δʼ αὐτῷ πάντα παρεσκεύαστο, ἀνέζευξεν ἐκ τῆς Ἀμφιπόλεως μετὰ τῆς δυνάμεως, καὶ παραγενόμενος εἰς τὴν καλουμένην Ἀκτὴν κατεστρατοπέδευσεν. ἐν ταύτῃ δʼ ὑπῆρχον πέντε πόλεις, ὧν αἱ μὲν Ἑλληνίδες ἦσαν, Ἀνδρίων ἄποικοι, αἱ δὲ εἶχον ὄχλον βαρβάρων διγλώττων Βισαλτικόν.