Ancient Greek
69.3 to 69.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 69.3-4
Not analysed yet
Παγώνδας δʼ ὁ τῶν Βοιωτῶν ἔχων τὴν στρατηγίαν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων μεταπεμψάμενος στρατιώτας ἧκε πρὸς τὸ Δήλιον μετὰ πολλῆς δυνάμεως· εἶχε γὰρ στρατιώτας πεζοὺς μὲν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ χιλίους. οἱ δʼ Ἀθηναῖοι τῷ πλήθει μὲν ὑπερεῖχον τῶν Βοιωτῶν, ὡπλισμένοι δὲ οὐχ ὁμοίως τοῖς πολεμίοις· ἄφνω γὰρ καὶ συντόμως ἐξεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ διὰ τὴν σπουδὴν ὑπῆρχον ἀπαράσκευοι.