Ancient Greek · ~2 min
Book XII, Chapter 69
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 69.2-2
Not analysed yet
ἀσμένως δὲ τῶν Ἀθηναίων προσδεξαμένων, περί τε τῶν κατὰ τὴν ἐπίθεσιν διοικήσεων διελομένων τῶν στρατηγῶν τὴν δύναμιν, Δημοσθένης μὲν τὸ πλεῖστον τοῦ στρατεύματος ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν Βοιωτίαν, καὶ καταλαβὼν τοὺς Βοιωτοὺς προνενοημένους τὴν προδοσίαν, ἄπρακτος ἀπῆλθεν, Ἱπποκράτης δὲ πανδημεὶ τοὺς Ἀθηναίους ἀγαγὼν ἐπὶ τὸ Δήλιον κατελάβετο τὸ χωρίον, καὶ φθάσας τὴν ἔφοδον τῶν Βοιωτῶν ἐτείχισε τὸ Δήλιον. τοῦτο δὲ τὸ χωρίον κεῖται μὲν πλησίον τῆς Ὠρωπίας καὶ τῶν ὅρων τῆς Βοιωτίας,